Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.450 Joseph. BJ 5.456 (English) >>Joseph. BJ 5.461

5.453σύροντες γὰρ τοὺς τῶν αὐτομόλων οἰκείους ἐπὶ τὸ τεῖχος καὶ τῶν δημοτῶν τοὺς ἐπὶ πίστιν ὡρμημένους, οἷα πάσχουσιν οἱ Ῥωμαίοις προσφεύγοντες ἐπεδείκνυσαν καὶ τοὺς κεκρατημένους ἱκέτας ἔλεγον, οὐκ αἰχμαλώτους. 5.454τοῦτο πολλοὺς τῶν αὐτομολεῖν ὡρμημένων μέχρι τἀληθὲς ἐγνώσθη κατέσχεν· εἰσὶ δʼ οἳ καὶ παραχρῆμα διέδρασαν ὡς ἐπὶ βέβαιον τιμωρίαν, ἀνάπαυσιν ἡγούμενοι τὸν ἐκ τῶν πολεμίων θάνατον ἐν λιμοῦ συγκρίσει. 5.455πολλοὺς δὲ καὶ χειροκοπῆσαι κελεύσας Τίτος τῶν ἑαλωκότων, ὡς μὴ

-- --

δοκοῖεν αὐτόμολοι καὶ πιστεύοιντο διὰ τὴν συμφοράν, εἰσέπεμψε πρὸς τὸν Σίμωνα καὶ τὸν Ἰωάννην, 5.456νῦν γε ἤδη παύσασθαι παραινῶν καὶ μὴ πρὸς ἀναίρεσιν τῆς πόλεως αὐτὸν βιάζεσθαι, κερδῆσαι δʼ ἐκ τῆς ἐν ὑστάτοις μεταμελείας τάς τε αὐτῶν ψυχὰς καὶ τηλικαύτην πατρίδα καὶ ναὸν ἀκοινώνητον ἄλλοις. 5.457περιιὼν δὲ τὰ χώματα τοὺς ἐργαζομένους ἅμα κατήπειγεν ὡς οὐκ εἰς μακρὰν ἀκολουθήσων ἔργοις τῷ λόγῳ. 5.458πρὸς ταῦτα αὐτόν τε ἐβλασφήμουν ἀπὸ τοῦ τείχους Καίσαρα καὶ τὸν πατέρα αὐτοῦ, καὶ τοῦ μὲν θανάτου καταφρονεῖν ἐβόων, ᾑρῆσθαι γὰρ αὐτὸν πρὸ δουλείας καλῶς, ἐργάσεσθαι δὲ ὅσα ἂν δύνωνται κακὰ Ῥωμαίους ἕως ἐμπνέωσι, πατρίδος δὲ οὐ μέλειν τῆς ὡς αὐτός φησιν ἀπολουμένης, καὶ ναοῦ ἀπολομένου ἀμείνω τούτου τῷ θεῷ τὸν κόσμον εἶναι.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.450 Joseph. BJ 5.456 (English) >>Joseph. BJ 5.461

Powered by PhiloLogic